Ancient Greek · ~1 min
Section 34
Demosthenes, πρὸς Πολυκλέα περὶ τοῦ ἐπιτριηραρχήματος 34
Not analysed yet
ταῦτα δέ μου προκαλουμένου αὐτόν, ἠρώτα με διʼ ὅ τι σκεύη τε ἴδια μόνος ἔχοιμι τῶν τριηράρχων, καὶ πότερα ἡ πόλις οὐκ εἰδείη τινὰς δυναμένους σκεύη παρασχεῖν ταῖς ναυσίν, ὥστε αὐτὴ μὴ παρέχειν. ἢ σὺ τοσοῦτον ἔφη ὑπερπέπαικας πλούτῳ τοὺς ἄλλους, ὥστε καὶ σκεύη ἴδια ἔχειν καὶ κόσμον χρυσόπαστον μόνος τῶν τριηράρχων;