Ancient Greek · ~2 min
Section 40
Demosthenes, πρὸς Πολυκλέα περὶ τοῦ ἐπιτριηραρχήματος 40
Not analysed yet
ἢ ἐγὼ μὲν ὁ τόν τε ὑπὲρ ἐμαυτοῦ χρόνον καὶ τοῦ συντριηράρχου λελῃτουργηκὼς ἐπετριηράρχησα ὑπὲρ ὑμῶν, σὺ δʼ οὐδὲν ἀνηλωκὼς οὐκ ἀξιοῖς οὐδὲ τὸν ὑπὲρ σεαυτοῦ χρόνον, παραλαβὼν τὴν ναῦν, λῃτουργῆσαι, οὐδὲ τὰ ἀναλώματʼ ἀποδοῦναι; λέγοντος δέ μου ταῦτα, ἀπεκρίνατό μοι ὅτι μύθους λέγοιμι. ὁ δὲ στρατηγὸς ἐμβαίνειν με ἐκέλευεν εἰς τὴν ναῦν καὶ ἀνάγεσθαι μεθʼ ἑαυτοῦ. ὡς οὖν ταῦτʼ ἀπεκρίνατο, ἀνάγνωθί μοι τὴν μαρτυρίαν. ΜΑΡΤΥΡΙΑ.