Ancient Greek · ~2 min
Section 45
Demosthenes, πρὸς Πολυκλέα περὶ τοῦ ἐπιτριηραρχήματος 45
Not analysed yet
ἐξ ὧν δὲ μάλιστά μοι ὀργισθεὶς ἐπηρέαζε καὶ οὐδὲ λόγον ἑκάστοτε ἐδίδου οὐδὲ περὶ ἑνός, βούλομαι ὑμῖν σαφῶς διηγήσασθαι, ἵνʼ εἰδῆτε ὅτι οὐ περὶ πλείονος ἐποιούμην οὔτε τὴν ἐμαυτοῦ ῥᾳστώνην ἐν ἐκείνῳ τῷ χρόνῳ οὔτε τὴν ἐκείνου ῥώμην τοῦ δήμου τοῦ Ἀθηναίων καὶ τῶν νόμων, ἀλλʼ ἠνειχόμην καὶ ἔργῳ ἀδικούμενος καὶ λόγῳ προπηλακιζόμενος, ἃ πολλῷ μοι βαρύτερα ἦν τῶν ἀναλωμάτων.