Ancient Greek · ~2 min
Section 48
Demosthenes, πρὸς Πολυκλέα περὶ τοῦ ἐπιτριηραρχήματος 48
Not analysed yet
σὺ οὖν, ἔφη, τὸν πλοῦν τοῦτον οἶσθα ἐφʼ ὅ τι πλεῖς ἢ ποῖ; ἀποκριναμένου δέ μου ὅτι οὐκ εἰδείην, ἀλλʼ ἐγώ σοι, ἔφη, ἐρῶ· δεῖ γάρ σε ἀκούσαντα ὀρθῶς βουλεύσασθαι. μέλλεις γάρ, ἔφη, ἄγειν ἄνδρα φυγάδα, οὗ Ἀθηναῖοι θάνατον δὶς κατεψηφίσαντο, Καλλίστρατον ἐκ Μεθώνης εἰς Θάσον ὡς Τιμόμαχον τὸν κηδεστήν, ὡς ἐγώ, ἔφη, πέπυσμαι τῶν παίδων τῶν Καλλίππου. σὺ οὖν, ἐὰν σωφρονῇς, οὐδένα τῶν φευγόντων ἐάσεις ἐπὶ τὴν ναῦν ἀναβαίνειν· οὐ γὰρ ἐῶσιν οἱ νόμοι.