Ancient Greek · ~1 min
Section 10
Demosthenes, πρὸς Σπουδίαν ὑπὲρ προικός 10
Not analysed yet
τοῦτον δὲ μήτε τῶν νόμων τῶν ὑμετέρων φροντίζειν μήθʼ ὧν διέθετο Πολύευκτος μήτε τῶν καταλειφθέντων γραμμάτων μήτε τῶν συνειδότων, ἀλλὰ πρὸς ἅπαντα ταῦθʼ ἥκειν ἀντιδικήσοντα; λαβὲ δή μοι πρῶτον μὲν τὸν νόμον, ὃς οὐκ ἐᾷ τῶν ἀποτιμηθέντων ἔτι δίκην εἶναι πρὸς τοὺς ἔχοντας, ἔπειτα τὰ γράμματα τὰ καταλειφθέντα καὶ τὴν μαρτυρίαν τὴν Ἀριστογένους. ΝΟΜΟΣ. ΓΡΑΜΜΑΤΑ. ΜΑΡΤΥΡΙΑ.