Ancient Greek · ~1 min
Section 12
Demosthenes, πρὸς Σπουδίαν ὑπὲρ προικός 12
Not analysed yet
ἴσως τοίνυν, ὦ ἄνδρες δικασταί, πρὸς μὲν ταῦτʼ οὐδὲν ἀντερεῖ Σπουδίας (οὐδὲ γὰρ ἕξει, καίπερ δεινὸς ὤν)· αἰτιάσεται δὲ Πολύευκτον καὶ τὴν γυναῖκʼ αὐτοῦ, καὶ φήσει πάντα ταῦθʼ ὑπʼ ἐμοῦ πεισθέντας καταχαρίσασθαι, καὶ νὴ Δίʼ ἕτερα πολλὰ καὶ μεγάλα βλάπτεσθαι, καὶ δίκην εἰληχέναι μοι· ταῦτα γὰρ καὶ πρὸς τῷ διαιτητῇ λέγειν ἐπεχείρει.