Ancient Greek · ~1 min
Section 21
Demosthenes, πρὸς Σπουδίαν ὑπὲρ προικός 21
Not analysed yet
ταυτὶ γὰρ τὰ γράμματα κατέλιπεν μὲν ἡ Πολυεύκτου γυνή, καθάπερ εἶπον ὀλίγῳ πρότερον· ὁμολογουμένων δὲ τῶν σημείων καὶ παρὰ τῆς τούτου γυναικὸς καὶ παρὰ τῆς ἐμῆς, ἀμφότεροι παρόντες ἀνοίξαντες ἀντίγραφά τʼ ἐλάβομεν, κἀκεῖνα πάλιν κατασημηνάμενοι παρʼ Ἀριστογένει κατεθέμεθα.