Ancient Greek · ~2 min
Section 26
Demosthenes, πρὸς Σπουδίαν ὑπὲρ προικός 26
Not analysed yet
οὐ μὴν ἀλλʼ εἰ πάντα ταῦθʼ ὡς ἀληθῶς συνέβη, οὐ δήπου δίκαιον ἐμὲ τὴν ὁμολογηθεῖσαν προῖκα μὴ λαβεῖν, εἴπερ ὄφελός τι τῶν νόμων ἐστίν, οὐδέ γε τὸν Πολύευκτον, εἰ τῶν θυγατέρων ἐβούλετο τῇ μὲν ἐλάττω, τῇ δὲ πλείω προῖκʼ ἐπιδοῦναι, διακωλυθῆναι νῦν· σοὶ γὰρ αὐτῷ μὴ λαμβάνειν ἐξῆν, ὦ Σπουδία, μὴ προστιθεμένων ὥσπερ ἐμοὶ τῶν χιλιῶν. ἀλλʼ οὐδὲν ἔλαττον εἶχες, ὡς ἐγὼ διδάξω. πρῶτον δʼ ἐφʼ οἷς ἐξέδοτο τούτῳ, λαβέ μοι τὴν μαρτυρίαν. ΜΑΡΤΥΡΙΑ.