Ancient Greek · ~2 min
Section 28
Demosthenes, πρὸς Σπουδίαν ὑπὲρ προικός 28
Not analysed yet
ὥστʼ εἰκότως ἐν ταῖς τετταράκοντα μναῖς ἐνετιμᾶτο ταῦτα, ἅπερ ἀπετετείκει τῷ Λεωκράτει καὶ πλείω τῶν ἐμοὶ δοθέντων ἦν. καί μοι λαβὲ πρῶτον μὲν τὴν ἀπογραφὴν ταύτην καὶ λέγʼ αὐτοῖς ἅπερ ἑκάτερος ἡμῶν ἔχει, μετὰ δὲ ταῦτα τὴν τῶν διαιτητῶν μαρτυρίαν, ἵνʼ ἴδωσιν ὅτι καὶ πολλῷ πλείω χρήματʼ ἔχει, καὶ περὶ τούτων ὁ Λεωκράτης ἐνεκάλει, καὶ κατὰ ταῦτʼ ἔγνωσαν οἱ διαιτηταί. λέγε. ΑΠΟΓΡΑΦΗ. ΜΑΡΤΥΡΙΑ.