Ancient Greek
Section 3
Demosthenes, πρὸς Σπουδίαν ὑπὲρ προικός 3
Not analysed yet
Πολύευκτος γὰρ ἦν τις Θριάσιος, ὃν ἴσως οὐδʼ ὑμῶν τινες ἀγνοοῦσιν. οὗτος ὁ Πολύευκτος, ἐπειδὴ οὐκ ἦσαν αὐτῷ παῖδες ἄρρενες, ποιεῖται Λεωκράτη τὸν ἀδελφὸν τῆς ἑαυτοῦ γυναικός. οὐσῶν δʼ αὐτῷ δύο θυγατέρων ἐκ τῆς τοῦ Λεωκράτους ἀδελφῆς, τὴν μὲν πρεσβυτέραν ἐμοὶ δίδωσιν καὶ τετταράκοντα μνᾶς προῖκα, τὴν δὲ νεωτέραν τῷ Λεωκράτει.