Ancient Greek · ~2 min
Section 66
Demosthenes, πρὸς Τιμόθεον ὑπὲρ χρέως 66
Not analysed yet
τὰ μὲν οὖν καθʼ ἕκαστα πόλλʼ ἂν εἴη λέγειν, ὧν ἐπιώρκηκεν οὗτος ῥᾳδίως· οὓς δὲ περιφανέστατα καὶ ὑμεῖς αὐτῷ πάντες σύνιστε ὅρκους ἐπιωρκηκότι, τούτους ἀναμνήσω ὑμᾶς. ἴστε γὰρ τοῦτον ἐν τῷ δήμῳ ὀμόσαντα καὶ ἐπαρασάμενον αὑτῷ ἐξώλειαν, εἰ μὴ γράψοιτο Ἰφικράτην ξενίας, καὶ καθιερώσαντα τὴν οὐσίαν τὴν ἑαυτοῦ. ὀμόσας δὲ ταῦτα καὶ ὑποσχόμενος ἐν τῷ δήμῳ, οὐ πολλῷ χρόνῳ ὕστερον ἕνεκα τοῦ συμφέροντος αὑτῷ ἔδωκεν τῷ υἱεῖ τῷ ἐκείνου τὴν θυγατέρα.