Ancient Greek · ~1 min
Section 10
Demosthenes, πρὸς Ζηνόθεμιν παραγραφή 10
Not analysed yet
τί οὖν ποτʼ ἐστὶν τὸ αἴτιον, καὶ τῷ ποτʼ ἐπηρμένος οὗτος καὶ ἐλήλυθεν καὶ τὴν δίκην εἴληχεν; ἐγὼ ὑμῖν ἐρῶ, ἄνδρες δικασταί, ἀχθόμενος μὲν νὴ τὸν Δία καὶ θεούς, ἀναγκαζόμενος δέ. ἔστιν ἐργαστήρια μοχθηρῶν ἀνθρώπων συνεστηκότων ἐν τῷ Πειραιεῖ· οὓς οὐδʼ ὑμεῖς ἀγνοήσετʼ ἰδόντες.