Ancient Greek · ~1 min
Section 13
Demosthenes, πρὸς Ζηνόθεμιν παραγραφή 13
Not analysed yet
τὸ μὲν οὖν πρᾶγμʼ ὑπὲρ οὗ τὴν ψῆφον οἴσετε, ὡς εἰπεῖν ἐν κεφαλαίῳ, τοιοῦτόν ἐστιν. βούλομαι δὲ τοὺς μάρτυρας ὧν λέγω πρῶτον ὑμῖν παρασχόμενος, μετὰ ταῦτʼ ἤδη καὶ τἄλλα διδάσκειν. καί μοι λέγε τὰς μαρτυρίας. ΜΑΡΤΥΡΙΑΙ.