Ancient Greek · ~1 min
Section 17
Demosthenes, πρὸς Ζηνόθεμιν παραγραφή 17
Not analysed yet
τί ἂν τὰ πολλὰ λέγοι τις; ἦν γὰρ οὐδʼ ὁτιοῦν πλέον ἡμῖν ταῦτα λέγουσιν, ἀλλʼ εἴχετο τοῦ σίτου. ἐξῆγεν αὐτὸν Πρῶτος καὶ ὁ κοινωνὸς τοῦ Πρώτου, Φέρτατος· οὑτοσὶ δʼ οὐκ ἐξήγετο, οὐδʼ ἂν ἔφη διαρρήδην ὑπʼ οὐδενὸς ἐξαχθῆναι, εἰ μὴ αὐτὸν ἐγὼ ἐξάξω.