Ancient Greek · ~1 min
Section 12
Demosthenes, περὶ τῶν ἐν Χερρονήσῳ 12
Not analysed yet
εἶτʼ, οἶμαι, συμβαίνει τῷ μὲν ἐφʼ ἃν ἔλθῃ, ταῦτʼ ἔχειν κατὰ πολλὴν ἡσυχίαν, ἡμῖν δʼ ὑστερίζειν, καὶ ὅσʼ ἂν δαπανήσωμεν, ἅπαντα μάτην ἀνηλωκέναι, καὶ τὴν μὲν ἔχθραν καὶ τὸ βούλεσθαι κωλύειν ἐνδεδεῖχθαι, ὑστερίζοντας δὲ τῶν ἔργων αἰσχύνην προσοφλισκάνειν.