Ancient Greek · ~1 min
Section 31
Demosthenes, περὶ τῶν ἐν Χερρονήσῳ 31
Not analysed yet
ἂν δὲ παρελθὼν λέγῃ τις τἀληθῆ, ὅτι ληρεῖτʼ, Ἀθηναῖοι· πάντων τῶν κακῶν καὶ τῶν πραγμάτων τούτων Φίλιππός ἐστʼ αἴτιος· εἰ γὰρ ἐκεῖνος ἦγεν ἡσυχίαν, οὐδὲν ἂν ἦν πρᾶγμα τῇ πόλει, ὡς μὲν οὐκ ἀληθῆ ταῦτʼ ἐστὶν οὐκ ἔχετʼ ἀντιλέγειν, ἄχθεσθαι δέ μοι δοκεῖτε καὶ ὥσπερ ἀπολλύναι τι νομίζειν.