Ancient Greek · ~1 min
Section 5
Demosthenes, περὶ τῶν ἐν Χερρονήσῳ 5
Not analysed yet
ἔστι δέ, εἰ μὲν ἡσυχίαν Φίλιππος ἄγει καὶ μήτε τῶν ἡμετέρων ἔχει παρὰ τὴν εἰρήνην μηδὲν μήτε συσκευάζεται πάντας ἀνθρώπους ἐφʼ ἡμᾶς, οὐκέτι δεῖ λέγειν, ἀλλʼ ἁπλῶς εἰρήνην ἀκτέον, καὶ τά γʼ ἀφʼ ὑμῶν ἕτοιμʼ ὑπάρχονθʼ ὁρῶ· εἰ δʼ ἃ μὲν ὠμόσαμεν καὶ ἐφʼ οἷς τὴν εἰρήνην ἐποιησάμεθα,