Ancient Greek · ~1 min
Section 68
Demosthenes, περὶ τῶν ἐν Χερρονήσῳ 68
Not analysed yet
εἶτα φησὶν ὃς ἂν τύχῃ παρελθών οὐ γὰρ ἐθέλεις γράφειν, οὐδὲ κινδυνεύειν, ἀλλʼ ἄτολμος εἶ καὶ μαλακός. ἐγὼ δὲ θρασὺς μὲν καὶ βδελυρὸς καὶ ἀναιδὴς οὔτʼ εἰμὶ μήτε γενοίμην, ἀνδρειότερον μέντοι πολλῶν πάνυ τῶν ἰταμῶς πολιτευομένων παρʼ ὑμῖν ἐμαυτὸν ἡγοῦμαι.