Ancient Greek
Section 102
Demosthenes, ὑπὲρ Κτησιφῶντος περὶ τοῦ στεφάνου 102
Not analysed yet
βούλομαι τοίνυν ἐπανελθεῖν ἐφʼ ἃ τούτων ἑξῆς ἐπολιτευόμην· καὶ σκοπεῖτʼ ἐν τούτοις πάλιν αὖ, τί τὸ τῇ πόλει βέλτιστον ἦν. ὁρῶν γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, τὸ ναυτικὸν ὑμῶν καταλυόμενον καὶ τοὺς μὲν πλουσίους ἀτελεῖς ἀπὸ μικρῶν ἀναλωμάτων γιγνομένους, τοὺς δὲ μέτριʼ ἢ μικρὰ κεκτημένους τῶν πολιτῶν τὰ ὄντʼ ἀπολλύοντας, ἔτι δʼ ὑστερίζουσαν ἐκ τούτων τὴν πόλιν τῶν καιρῶν, ἔθηκα νόμον καθʼ ὃν τοὺς μὲν τὰ δίκαια ποιεῖν ἠνάγκασα, τοὺς πλουσίους, τοὺς δὲ πένητας ἔπαυσʼ ἀδικουμένους, τῇ πόλει δʼ ὅπερ ἦν χρησιμώτατον, ἐν καιρῷ γίγνεσθαι τὰς παρασκευὰς ἐποίησα.