Ancient Greek
Section 117
Demosthenes, ὑπὲρ Κτησιφῶντος περὶ τοῦ στεφάνου 117
Not analysed yet
τούτων ἕκαστος, Αἰσχίνη, τῆς μὲν ἀρχῆς ἧς ἦρχεν ὑπεύθυνος ἦν, ἐφʼ οἷς δʼ ἐστεφανοῦτο οὐχ ὑπεύθυνος. οὐκοῦν οὐδʼ ἐγώ· ταὐτὰ γὰρ δίκαιʼ ἐστί μοι περὶ τῶν αὐτῶν τοῖς ἄλλοις δήπου. ἐπέδωκα· ἐπαινοῦμαι διὰ ταῦτα, οὐκ ὢν ὧν ἔδωχʼ ὑπεύθυνος. ἦρχον· καὶ δέδωκά γʼ εὐθύνας ἐκείνων, οὐχ ὧν ἐπέδωκα. νὴ Δίʼ, ἀλλʼ ἀδίκως ἦρξα. εἶτα παρών, ὅτε μʼ εἰσῆγον οἱ λογισταί, οὐ κατηγόρεις;