Ancient Greek
Section 119
Demosthenes, ὑπὲρ Κτησιφῶντος περὶ τοῦ στεφάνου 119
Not analysed yet
οὐκοῦν ἃ μὲν ἐπέδωκα, ταῦτʼ ἐστὶν ὧν οὐδὲν σὺ γέγραψαι· ἃ δέ φησιν ἡ βουλὴ δεῖν ἀντὶ τούτων γενέσθαι μοι, ταῦτʼ ἔσθʼ ἃ διώκεις. τὸ λαβεῖν οὖν τὰ διδόμενʼ ὁμολογῶν ἔννομον εἶναι, τὸ χάριν τούτων ἀποδοῦναι παρανόμων γράφει. ὁ δὲ παμπόνηρος ἄνθρωπος καὶ θεοῖς ἐχθρὸς καὶ βάσκανος ὄντως ποῖός τις ἂν εἴη πρὸς θεῶν; οὐχ ὁ τοιοῦτος;