Ancient Greek
Section 131
Demosthenes, ὑπὲρ Κτησιφῶντος περὶ τοῦ στεφάνου 131
Not analysed yet
ἀλλʼ ὅμως οὕτως ἀχάριστος εἶ καὶ πονηρὸς φύσει ὥστʼ ἐλεύθερος ἐκ δούλου καὶ πλούσιος ἐκ πτωχοῦ διὰ τουτουσὶ γεγονὼς οὐχ ὅπως χάριν αὐτοῖς ἔχεις, ἀλλὰ μισθώσας σαυτὸν κατὰ τουτωνὶ πολιτεύει. καὶ περὶ ὧν μὲν ἔστι τις ἀμφισβήτησις, ὡς ἄρʼ ὑπὲρ τῆς πόλεως εἴρηκεν, ἐάσω· ἃ δʼ ὑπὲρ τῶν ἐχθρῶν φανερῶς ἀπεδείχθη πράττων, ταῦτʼ ἀναμνήσω.