Ancient Greek
Section 133
Demosthenes, ὑπὲρ Κτησιφῶντος περὶ τοῦ στεφάνου 133
Not analysed yet
καὶ εἰ μὴ ἡ βουλὴ ἡ ἐξ Ἀρείου πάγου τὸ πρᾶγμʼ αἰσθομένη καὶ τὴν ὑμετέραν ἄγνοιαν ἐν οὐ δέοντι συμβεβηκυῖαν ἰδοῦσα ἐπεζήτησε τὸν ἄνθρωπον καὶ συλλαβοῦσʼ ἐπανήγαγεν ὡς ὑμᾶς, ἐξήρπαστʼ ἂν ὁ τοιοῦτος καὶ τὸ δίκην δοῦναι διαδὺς ἐξεπέπεμπτʼ ἂν ὑπὸ τοῦ σεμνολόγου τουτουί· νῦν δʼ ὑμεῖς στρεβλώσαντες αὐτὸν ἀπεκτείνατε, ὡς ἔδει γε καὶ τοῦτον.