Ancient Greek
Section 14
Demosthenes, ὑπὲρ Κτησιφῶντος περὶ τοῦ στεφάνου 14
Not analysed yet
καὶ μὴν εἴ τι τῶν ἄλλων ὧν νυνὶ διέβαλλε καὶ διεξῄει ἢ καὶ ἄλλʼ ὁτιοῦν ἀδικοῦντά μʼ ὑμᾶς ἑώρα, εἰσὶ νόμοι περὶ πάντων καὶ τιμωρίαι, καὶ ἀγῶνες καὶ κρίσεις πικρὰ καὶ μεγάλʼ ἔχουσαι τἀπιτίμια, καὶ τούτοις ἐξῆν ἅπασι χρῆσθαι, καὶ ὁπηνίκʼ ἐφαίνετο ταῦτα πεποιηκὼς καὶ τοῦτον τὸν τρόπον κεχρημένος τοῖς πρὸς ἐμέ, ὡμολογεῖτʼ ἂν ἡ κατηγορία τοῖς ἔργοις αὐτοῦ.