Ancient Greek
Section 142
Demosthenes, ὑπὲρ Κτησιφῶντος περὶ τοῦ στεφάνου 142
Not analysed yet
τί οὖν ταῦτʼ ἐπήραμαι καὶ διετεινάμην οὑτωσὶ σφοδρῶς; ὅτι καὶ γράμματʼ ἔχων ἐν τῷ δημοσίῳ κείμενα, ἐξ ὧν ταῦτʼ ἐπιδείξω σαφῶς, καὶ ὑμᾶς εἰδὼς τὰ πεπραγμένα μνημονεύοντας, ἐκεῖνο φοβοῦμαι, μὴ τῶν εἰργασμένων αὐτῷ κακῶν οὗτος ἐλάττων ὑποληφθῇ· ὅπερ πρότερον συνέβη, ὅτε τοὺς ταλαιπώρους Φωκέας ἐποίησʼ ἀπολέσθαι τὰ ψευδῆ δεῦρʼ ἀπαγγείλας.