Ancient Greek
Section 154
Demosthenes, ὑπὲρ Κτησιφῶντος περὶ τοῦ στεφάνου 154
Not analysed yet
λέγε μοι τὰ δόγματα. ΔΟΓΜΑ ΑΜΦΙΚΤΥΟΝΩΝ. ἐπὶ ἱερέως Κλειναγόρου, ἐαρινῆς πυλαίας, ἔδοξε τοῖς πυλαγόροις καὶ τοῖς συνέδροις τῶν Ἀμφικτυόνων καὶ τῷ κοινῷ τῶν Ἀμφικτυόνων, ἐπειδὴ Ἀμφισσεῖς ἐπιβαίνουσιν ἐπὶ τὴν ἱερὰν χώραν καὶ σπείρουσι καὶ βοσκήμασι κατανέμουσιν, ἐπελθεῖν τοὺς πυλαγόρους καὶ τοὺς συνέδρους καὶ στήλαις διαλαβεῖν τοὺς ὅρους, καὶ ἀπειπεῖν τοῖς Ἀμφισσεῦσι τοῦ λοιποῦ μὴ ἐπιβαίνειν. ΕΤΕΡΟΝ ΔΟΓΜΑ.