Ancient Greek
Section 159
Demosthenes, ὑπὲρ Κτησιφῶντος περὶ τοῦ στεφάνου 159
Not analysed yet
ὧν εἷς οὑτοσί, ὅν, εἰ μηδὲν εὐλαβηθέντα τἀληθὲς εἰπεῖν δέοι, οὐκ ἂν ὀκνήσαιμʼ ἔγωγε κοινὸν ἀλειτήριον τῶν μετὰ ταῦτʼ ἀπολωλότων ἁπάντων εἰπεῖν, ἀνθρώπων, τόπων, πόλεων· ὁ γὰρ τὸ σπέρμα παρασχών, οὗτος τῶν φύντων αἴτιος. ὃν ὅπως ποτʼ οὐκ εὐθὺς ἰδόντες ἀπεστράφητε θαυμάζω. πλὴν πολύ τι σκότος, ὡς ἔοικεν, ἐστὶν παρʼ ὑμῖν πρὸ τῆς ἀληθείας.