Ancient Greek
Section 168
Demosthenes, ὑπὲρ Κτησιφῶντος περὶ τοῦ στεφάνου 168
Not analysed yet
οὕτω διαθεὶς ὁ Φίλιππος τὰς πόλεις πρὸς ἀλλήλας διὰ τούτων καὶ τούτοις ἐπαρθεὶς τοῖς ψηφίσμασιν καὶ ταῖς ἀποκρίσεσιν, ἧκεν ἔχων τὴν δύναμιν καὶ τὴν Ἐλάτειαν κατέλαβεν, ὡς οὐδʼ ἂν εἴ τι γένοιτʼ ἔτι συμπνευσάντων ἂν ἡμῶν καὶ τῶν Θηβαίων. ἀλλὰ μὴν τὸν τότε συμβάντʼ ἐν τῇ πόλει θόρυβον ἴστε μὲν ἅπαντες· μικρὰ δʼ ἀκούσαθʼ ὅμως αὐτὰ τἀναγκαιότατα.