Ancient Greek
Section 172
Demosthenes, ὑπὲρ Κτησιφῶντος περὶ τοῦ στεφάνου 172
Not analysed yet
ἀλλʼ, ὡς ἔοικεν, ἐκεῖνος ὁ καιρὸς καὶ ἡ ἡμέρα ʼκείνη οὐ μόνον εὔνουν καὶ πλούσιον ἄνδρʼ ἐκάλει, ἀλλὰ καὶ παρηκολουθηκότα τοῖς πράγμασιν ἐξ ἀρχῆς, καὶ συλλελογισμένον ὀρθῶς τίνος εἵνεκα ταῦτʼ ἔπραττεν ὁ Φίλιππος καὶ τί βουλόμενος· ὁ γὰρ μὴ ταῦτʼ εἰδὼς μηδʼ ἐξητακὼς πόρρωθεν, οὔτʼ εἰ εὔνους ἦν οὔτʼ εἰ πλούσιος, οὐδὲν μᾶλλον ἔμελλʼ ὅ τι χρὴ ποιεῖν εἴσεσθαι οὐδʼ ὑμῖν ἕξειν συμβουλεύειν.