Ancient Greek
Section 180
Demosthenes, ὑπὲρ Κτησιφῶντος περὶ τοῦ στεφάνου 180
Not analysed yet
καίτοι τίνα βούλει σέ, Αἰσχίνη, καὶ τίνʼ ἐμαυτὸν ἐκείνην τὴν ἡμέραν εἶναι θῶ; βούλει ἐμαυτὸν μέν, ὃν ἂν σὺ λοιδορούμενος καὶ διασύρων καλέσαις, Βάτταλον, σὲ δὲ μηδʼ ἥρω τὸν τυχόντα, ἀλλὰ τούτων τινὰ τῶν ἀπὸ τῆς σκηνῆς, Κρεσφόντην ἢ Κρέοντα ἢ ὃν ἐν Κολλυτῷ ποτʼ Οἰνόμαον κακῶς ἐπέτριψας; τότε τοίνυν κατʼ ἐκεῖνον τὸν καιρὸν ὁ Παιανιεὺς ἐγὼ Βάτταλος Οἰνομάου τοῦ Κοθωκίδου σοῦ πλείονος ἄξιος ὢν ἐφάνην τῇ πατρίδι. σὺ μέν γʼ οὐδὲν οὐδαμοῦ χρήσιμος ἦσθα· ἐγὼ δὲ πάνθʼ ὅσα προσῆκε τὸν ἀγαθὸν πολίτην ἔπραττον. λέγε τὸ ψήφισμά μοι. ΨΗΦΙΣΜΑ ΔΗΜΟΣΘΕΝΟΥΣ.