Ancient Greek
Section 189
Demosthenes, ὑπὲρ Κτησιφῶντος περὶ τοῦ στεφάνου 189
Not analysed yet
ὁ γὰρ σύμβουλος καὶ ὁ συκοφάντης, οὐδὲ τῶν ἄλλων οὐδὲν ἐοικότες, ἐν τούτῳ πλεῖστον ἀλλήλων διαφέρουσιν· ὁ μέν γε πρὸ τῶν πραγμάτων γνώμην ἀποφαίνεται, καὶ δίδωσιν ἑαυτὸν ὑπεύθυνον τοῖς πεισθεῖσι, τῇ τύχῃ, τῷ καιρῷ, τῷ βουλομένῳ· ὁ δὲ σιγήσας ἡνίκʼ ἔδει λέγειν, ἄν τι δύσκολον συμβῇ, τοῦτο βασκαίνει.