Ancient Greek
Section 193
Demosthenes, ὑπὲρ Κτησιφῶντος περὶ τοῦ στεφάνου 193
Not analysed yet
μὴ δὴ τοῦθʼ ὡς ἀδίκημʼ ἐμὸν θῇς, εἰ κρατῆσαι συνέβη Φιλίππῳ τῇ μάχῃ· ἐν γὰρ τῷ θεῷ τὸ τούτου τέλος ἦν, οὐκ ἐμοί. ἀλλʼ ὡς οὐχ ἅπανθʼ ὅσʼ ἐνῆν κατʼ ἀνθρώπινον λογισμὸν εἱλόμην, καὶ δικαίως ταῦτα καὶ ἐπιμελῶς ἔπραξα καὶ φιλοπόνως ὑπὲρ δύναμιν, ἢ ὡς οὐ καλὰ καὶ τῆς πόλεως ἄξια πράγματʼ ἐνεστησάμην καὶ ἀναγκαῖα, ταῦτά μοι δεῖξον, καὶ τότʼ ἤδη κατηγόρει μου.