Ancient Greek
Section 200
Demosthenes, ὑπὲρ Κτησιφῶντος περὶ τοῦ στεφάνου 200
Not analysed yet
νῦν μέν γʼ ἀποτυχεῖν δοκεῖ τῶν πραγμάτων, ὃ πᾶσι κοινόν ἐστιν ἀνθρώποις ὅταν τῷ θεῷ ταῦτα δοκῇ· τότε δʼ ἀξιοῦσα προεστάναι τῶν ἄλλων, εἶτʼ ἀποστᾶσα τούτου Φιλίππῳ, προδεδωκέναι πάντας ἂν ἔσχεν αἰτίαν. εἰ γὰρ ταῦτα προεῖτʼ ἀκονιτεί, περὶ ὧν οὐδένα κίνδυνον ὅντινʼ οὐχ ὑπέμειναν οἱ πρόγονοι, τίς οὐχὶ κατέπτυσεν ἂν σοῦ; μὴ γὰρ τῆς πόλεώς γε, μηδʼ ἐμοῦ.