Ancient Greek
Section 209
Demosthenes, ὑπὲρ Κτησιφῶντος περὶ τοῦ στεφάνου 209
Not analysed yet
ἔπειτʼ, ὦ κατάρατε καὶ γραμματοκύφων, σὺ μὲν τῆς παρὰ τουτωνὶ τιμῆς καὶ φιλανθρωπίας ἔμʼ ἀποστερῆσαι βουλόμενος τρόπαια καὶ μάχας καὶ παλαίʼ ἔργʼ ἔλεγες, ὧν τίνος προσεδεῖθʼ ὁ παρὼν ἀγὼν οὑτοσί; ἐμὲ δʼ, ὦ τριταγωνιστά, τὸν περὶ τῶν πρωτείων σύμβουλον τῇ πόλει παριόντα τὸ τίνος φρόνημα λαβόντʼ ἀναβαίνειν ἐπὶ τὸ βῆμʼ ἔδει; τὸ τοῦ τούτων ἀνάξιʼ ἐροῦντος; δικαίως μέντἂν ἀπέθανον.