Ancient Greek
Section 223
Demosthenes, ὑπὲρ Κτησιφῶντος περὶ τοῦ στεφάνου 223
Not analysed yet
ταυτὶ τὰ ψηφίσματʼ, ἄνδρες Ἀθηναῖοι, τὰς αὐτὰς συλλαβὰς καὶ ταὐτὰ ῥήματʼ ἔχει ἅπερ πρότερον μὲν Ἀριστόνικος, νῦν δὲ Κτησιφῶν γέγραφεν οὑτοσί. καὶ ταῦτʼ Αἰσχίνης οὔτʼ ἐδίωξεν αὐτὸς οὔτε τῷ γραψαμένῳ συγκατηγόρησεν. καίτοι τότε τὸν Δημομέλη τὸν ταῦτα γράφοντα καὶ τὸν Ὑπερείδην, εἴπερ ἀληθῆ μου νῦν κατηγορεῖ, μᾶλλον ἂν εἰκότως ἢ τόνδʼ ἐδίωκεν.