Ancient Greek
Section 229
Demosthenes, ὑπὲρ Κτησιφῶντος περὶ τοῦ στεφάνου 229
Not analysed yet
καὶ μὴν ὅτι γʼ οὐ δίκαια λέγει μεταθέσθαι ταύτην τὴν δόξαν ἀξιῶν, ἐγὼ διδάξω ῥᾳδίως, οὐ τιθεὶς ψήφους (οὐ γάρ ἐστιν ὁ τῶν πραγμάτων οὗτος λογισμός), ἀλλʼ ἀναμιμνῄσκων ἕκαστʼ ἐν βραχέσι, λογισταῖς ἅμα καὶ μάρτυσι τοῖς ἀκούουσιν ὑμῖν χρώμενος. ἡ γὰρ ἐμὴ πολιτεία, ἧς οὗτος κατηγορεῖ, ἀντὶ μὲν τοῦ Θηβαίους μετὰ Φιλίππου συνεμβαλεῖν εἰς τὴν χώραν, ὃ πάντες ᾤοντο, μεθʼ ἡμῶν παραταξαμένους ἐκεῖνον κωλύειν ἐποίησεν·