Ancient Greek
Section 236
Demosthenes, ὑπὲρ Κτησιφῶντος περὶ τοῦ στεφάνου 236
Not analysed yet
ἐγὼ δʼ ὁ πρὸς τοῦτον ἀντιτεταγμένος (καὶ γὰρ τοῦτʼ ἐξετάσαι δίκαιον) τίνος κύριος ἦν; οὐδενός· αὐτὸ γὰρ τὸ δημηγορεῖν πρῶτον, οὗ μόνου μετεῖχον ἐγώ, ἐξ ἴσου προὐτίθεθʼ ὑμεῖς τοῖς παρʼ ἐκείνου μισθαρνοῦσι καὶ ἐμοί, καὶ ὅσʼ οὗτοι περιγένοιντʼ ἐμοῦ (πολλὰ δʼ ἐγίγνετο ταῦτα, διʼ ἣν ἕκαστον τύχοι πρόφασιν), ταῦθʼ ὑπὲρ τῶν ἐχθρῶν ἀπῇτε βεβουλευμένοι.