Ancient Greek
Section 239
Demosthenes, ὑπὲρ Κτησιφῶντος περὶ τοῦ στεφάνου 239
Not analysed yet
εἶτα κενὰς χαρίζει χάριτας τουτοισὶ συκοφαντῶν ἐμέ. τί γὰρ νῦν λέγεις οἷʼ ἐχρῆν πράττειν, ἀλλʼ οὐ τότʼ ὢν ἐν τῇ πόλει καὶ παρὼν ταῦτʼ ἔγραφες, εἴπερ ἐνεδέχετο παρὰ τοὺς παρόντας καιρούς, ἐν οἷς οὐχ ὅσʼ ἐβουλόμεθα, ἀλλʼ ὅσα δοίη τὰ πράγματʼ ἔδει δέχεσθαι· ὁ γὰρ ἀντωνούμενος καὶ ταχὺ τοὺς παρʼ ἡμῶν ἀπελαυνομένους προσδεξόμενος καὶ χρήματα προσθήσων ὑπῆρχεν ἕτοιμος.