Ancient Greek
Section 241
Demosthenes, ὑπὲρ Κτησιφῶντος περὶ τοῦ στεφάνου 241
Not analysed yet
οὐχ ὡς ἐξεδόθησαν; οὐχ ὡς ἀπηλάθησαν βουλόμενοι μεθʼ ὑμῶν εἶναι; εἶτα τοῦ μὲν Ἑλλησπόντου διὰ Βυζαντίων ἐγκρατὴς καθέστηκε, καὶ τῆς σιτοπομπίας τῆς τῶν Ἑλλήνων κύριος, πόλεμος δʼ ὅμορος καὶ βαρὺς εἰς τὴν Ἀττικὴν διὰ Θηβαίων κεκόμισται, ἄπλους δʼ ἡ θάλαττα ὑπὸ τῶν ἐκ τῆς Εὐβοίας ὁρμωμένων λῃστῶν γέγονεν· οὐκ ἂν ταῦτʼ ἔλεγον καὶ πολλά γε πρὸς τούτοις ἕτερα;