Ancient Greek
Section 251
Demosthenes, ὑπὲρ Κτησιφῶντος περὶ τοῦ στεφάνου 251
Not analysed yet
ναί, φησίν, ἀλλὰ τὸ τοῦ Κεφάλου καλόν, τὸ μηδεμίαν γραφὴν φυγεῖν. καὶ νὴ Δίʼ εὔδαιμόν γε. ἀλλὰ τί μᾶλλον ὁ πολλάκις μὲν φυγών, μηδεπώποτε δʼ ἐξελεγχθεὶς ἀδικῶν ἐν ἐγκλήματι γίγνοιτʼ ἂν διὰ τοῦτο δικαίως; καίτοι πρός γε τοῦτον, ἄνδρες Ἀθηναῖοι, καὶ τὸ τοῦ Κεφάλου καλὸν εἰπεῖν ἔστι μοι. οὐδεμίαν γὰρ πώποτʼ ἐγράψατό μʼ οὐδʼ ἐδίωξε γραφήν, ὥσθʼ ὑπὸ σοῦ γʼ ὡμολόγημαι μηδὲν εἶναι τοῦ Κεφάλου χείρων πολίτης.