Ancient Greek
Section 254
Demosthenes, ὑπὲρ Κτησιφῶντος περὶ τοῦ στεφάνου 254
Not analysed yet
τὸ μὲν τοίνυν προελέσθαι τὰ κάλλιστα καὶ τὸ τῶν οἰηθέντων Ἑλλήνων, εἰ προοῖνθʼ ἡμᾶς, ἐν εὐδαιμονίᾳ διάξειν αὐτῶν ἄμεινον πράττειν, τῆς ἀγαθῆς τύχης τῆς πόλεως εἶναι τίθημι· τὸ δὲ προσκροῦσαι καὶ μὴ πάνθʼ ὡς ἐβουλόμεθʼ ἡμῖν συμβῆναι, τῆς τῶν ἄλλων ἀνθρώπων τύχης τὸ ἐπιβάλλον ἐφʼ ἡμᾶς μέρος μετειληφέναι νομίζω τὴν πόλιν.