Ancient Greek
Section 259
Demosthenes, ὑπὲρ Κτησιφῶντος περὶ τοῦ στεφάνου 259
Not analysed yet
οἰκέτου τάξιν, οὐκ ἐλευθέρου παιδὸς ἔχων, ἀνὴρ δὲ γενόμενος τῇ μητρὶ τελούσῃ τὰς βίβλους ἀνεγίγνωσκες καὶ τἄλλα συνεσκευωροῦ, τὴν μὲν νύκτα νεβρίζων καὶ κρατηρίζων καὶ καθαίρων τοὺς τελουμένους καὶ ἀπομάττων τῷ πηλῷ καὶ τοῖς πιτύροις, καὶ ἀνιστὰς ἀπὸ τοῦ καθαρμοῦ κελεύων λέγειν ἔφυγον κακόν, εὗρον ἄμεινον, ἐπὶ τῷ μηδένα πώποτε τηλικοῦτʼ ὀλολύξαι σεμνυνόμενος (καὶ ἔγωγε νομίζω·