Ancient Greek
Section 272
Demosthenes, ὑπὲρ Κτησιφῶντος περὶ τοῦ στεφάνου 272
Not analysed yet
σὺ τοίνυν ταῦτʼ ἀφεὶς ἐμὲ τὸν παρὰ τουτοισὶ πεπολιτευμένον αἰτιᾷ, καὶ ταῦτʼ εἰδὼς ὅτι, καὶ εἰ μὴ τὸ ὅλον, μέρος γʼ ἐπιβάλλει τῆς βλασφημίας ἅπασι, καὶ μάλιστα σοί. εἰ μὲν γὰρ ἐγὼ κατʼ ἐμαυτὸν αὐτοκράτωρ περὶ τῶν πραγμάτων ἐβουλευόμην, ἦν ἂν τοῖς ἄλλοις ῥήτορσιν ὑμῖν ἔμʼ αἰτιᾶσθαι·