Ancient Greek
Section 281
Demosthenes, ὑπὲρ Κτησιφῶντος περὶ τοῦ στεφάνου 281
Not analysed yet
ὁ γὰρ οὕτως ἔχων τὴν ψυχήν, οὗτος ἐπʼ εὐνοίᾳ πάντʼ ἐρεῖ· ὁ δʼ ἀφʼ ὧν ἡ πόλις προορᾶταί τινα κίνδυνον ἑαυτῇ, τούτους θεραπεύων οὐκ ἐπὶ τῆς αὐτῆς ὁρμεῖ τοῖς πολλοῖς, οὔκουν οὐδὲ τῆς ἀσφαλείας τὴν αὐτὴν ἔχει προσδοκίαν. ἀλλʼ, ὁρᾷς; ἐγώ· ταὐτὰ γὰρ συμφέρονθʼ εἱλόμην τουτοισί, καὶ οὐδὲν ἐξαίρετον οὐδʼ ἴδιον πεποίημαι.