Ancient Greek
Section 286
Demosthenes, ὑπὲρ Κτησιφῶντος περὶ τοῦ στεφάνου 286
Not analysed yet
τὸ δʼ αἴτιον οὐκ ἀγνοεῖς μέν, ὅμως δὲ φράσω σοι κἀγώ. ἀμφότερʼ ᾔδεσαν αὐτοί, τήν τʼ ἐμὴν εὔνοιαν καὶ προθυμίαν μεθʼ ἧς τὰ πράγματʼ ἔπραττον, καὶ τὴν ὑμετέραν ἀδικίαν· ἃ γὰρ εὐθενούντων τῶν πραγμάτων ἠρνεῖσθε διομνύμενοι, ταῦτʼ ἐν οἷς ἔπταισεν ἡ πόλις ὡμολογήσατε. τοὺς οὖν ἐπὶ τοῖς κοινοῖς ἀτυχήμασιν ὧν ἐφρόνουν λαβόντας ἄδειαν ἐχθροὺς μὲν πάλαι, φανεροὺς δὲ τόθʼ ἡγήσανθʼ αὑτοῖς γεγενῆσθαι·