Ancient Greek
Section 289
Demosthenes, ὑπὲρ Κτησιφῶντος περὶ τοῦ στεφάνου 289
Not analysed yet
λέγε δʼ αὐτῷ τουτὶ τὸ ἐπίγραμμα, ὃ δημοσίᾳ προείλεθʼ ἡ πόλις αὐτοῖς ἐπιγράψαι, ἵνʼ εἰδῇς, Αἰσχίνη, καὶ ἐν αὐτῷ τούτῳ σαυτὸν ἀγνώμονα καὶ συκοφάντην ὄντα καὶ μιαρόν. λέγε. ΕΠΙΓΡΑΜΜΑ. οἵδε πάτρας ἕνεκα σφετέρας εἰς δῆριν ἔθεντο ὅπλα, καὶ ἀντιπάλων ὕβριν ἀπεσκέδασαν· μαρνάμενοι δʼ ἀρετῆς καὶ δείματος οὐκ ἐσάωσαν ψυχάς, ἀλλʼ Ἀΐδην κοινὸν ἔθεντο βραβῆ, οὕνεκεν Ἑλλήνων, ὡς μὴ ζυγὸν αὐχένι θέντες δουλοσύνης στυγερὰν ἀμφὶς ἔχωσιν ὕβριν. γαῖα δὲ πατρὶς ἔχει κόλποις τῶν πλεῖστα καμόντων σώματʼ, ἐπεὶ θνητοῖς ἐκ Διὸς ἥδε κρίσις· μηδὲν ἁμαρτεῖν ἐστι θεῶν καὶ πάντα κατορθοῦν ἐν βιοτῇ· μοῖραν δʼ οὔ τι φυγεῖν ἔπορεν. inscription