Ancient Greek
Section 293
Demosthenes, ὑπὲρ Κτησιφῶντος περὶ τοῦ στεφάνου 293
Not analysed yet
ἐπεὶ ἔμοιγʼ εἰ τοῦτο δοθείη παρʼ ὑμῶν, διʼ ἔμʼ ὑμᾶς ἠναντιῶσθαι τῇ κατὰ τῶν Ἑλλήνων ἀρχῇ πραττομένῃ, μείζων ἂν δοθείη δωρειὰ συμπασῶν ὧν τοῖς ἄλλοις δεδώκατε. ἀλλʼ οὔτʼ ἂν ἐγὼ ταῦτα φήσαιμι (ἀδικοίην γὰρ ἂν ὑμᾶς), οὔτʼ ἂν ὑμεῖς εὖ οἶδʼ ὅτι συγχωρήσαιτε· οὗτός τʼ εἰ δίκαιʼ ἐποίει, οὐκ ἂν εἵνεκα τῆς πρὸς ἔμʼ ἔχθρας τὰ μέγιστα τῶν ὑμετέρων καλῶν ἔβλαπτε καὶ διέβαλλεν.