Ancient Greek
Section 324
Demosthenes, ὑπὲρ Κτησιφῶντος περὶ τοῦ στεφάνου 324
Not analysed yet
μὴ δῆτʼ, ὦ πάντες θεοί, μηδεὶς ταῦθʼ ὑμῶν ἐπινεύσειεν, ἀλλὰ μάλιστα μὲν καὶ τούτοις βελτίω τινὰ νοῦν καὶ φρένας ἐνθείητε, εἰ δʼ ἄρʼ ἔχουσιν ἀνιάτως, τούτους μὲν αὐτοὺς καθʼ ἑαυτοὺς ἐξώλεις καὶ προώλεις ἐν γῇ καὶ θαλάττῃ ποιήσατε, ἡμῖν δὲ τοῖς λοιποῖς τὴν ταχίστην ἀπαλλαγὴν τῶν ἐπηρτημένων φόβων δότε καὶ σωτηρίαν ἀσφαλῆ.