Ancient Greek
Section 34
Demosthenes, ὑπὲρ Κτησιφῶντος περὶ τοῦ στεφάνου 34
Not analysed yet
ἀξιῶ δʼ, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ δέομαι τοῦτο μεμνῆσθαι παρʼ ὅλον τὸν ἀγῶνα, ὅτι μὴ κατηγορήσαντος Αἰσχίνου μηδὲν ἔξω τῆς γραφῆς οὐδʼ ἂν ἐγὼ λόγον οὐδένʼ ἐποιούμην ἕτερον· πάσαις δʼ αἰτίαις καὶ βλασφημίαις ἅμα τούτου κεχρημένου ἀνάγκη κἀμοὶ πρὸς ἕκαστα τῶν κατηγορημένων μίκρʼ ἀποκρίνασθαι.