Ancient Greek
Section 42
Demosthenes, ὑπὲρ Κτησιφῶντος περὶ τοῦ στεφάνου 42
Not analysed yet
ἀλλὰ γὰρ ἐμπέπτωκʼ εἰς λόγους, οὓς αὐτίκα μᾶλλον ἴσως ἁρμόσει λέγειν. ἐπάνειμι δὴ πάλιν ἐπὶ τὰς ἀποδείξεις, ὡς τὰ τούτων ἀδικήματα τῶν νυνὶ παρόντων πραγμάτων γέγονʼ αἴτια. ἐπειδὴ γὰρ ἐξηπάτησθε μὲν ὑμεῖς ὑπὸ τοῦ Φιλίππου διὰ τούτων τῶν ἐν ταῖς πρεσβείαις μισθωσάντων ἑαυτοὺς καὶ οὐδὲν ἀληθὲς ὑμῖν ἀπαγγειλάντων, ἐξηπάτηντο δʼ οἱ ταλαίπωροι Φωκεῖς καὶ ἀνῄρηνθʼ αἱ πόλεις αὐτῶν, τί ἐγένετο;